Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/414

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Ὣς ἔφαθ᾽· οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. 505
ἐκ δ᾽ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ᾽ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν·
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
εὔχονθ᾽, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. 510
δόρπον ἔπειθ᾽ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
βάν ῥ᾽ ἴμεν· ἦρχε δ᾽ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, 515
καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾽ ἄειδον,
οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾽ ἵκοντο 520
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ᾽ ἄρ᾽ ἔμελλον
οἰκήσειν πολλοῖσι τετιμένοι
[1] ἀνθρώποισι·
δεῖξε δ᾽ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
 Τῶν δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 525
 Ὦ ἄνα, εἰ δὴ
[2] τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·

  1. Pierson : ἔμελλεν ... τετιμένοι, MSS.
  2. Hermann : ὦ ἄν᾽ ἐπειδὴ, MSS.
360