Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/450

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, 450
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος
[1] ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
θαυμάζω, Διὸς υἱέ, τάδ᾽, ὡς ἐρατὸν κιθαρίζεις. 455
νῦν δ᾽ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
ἷζε, πέπον, καὶ μῦθον
[2] ἐπαίνει πρεσβυτέροισι·
νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
σοί τ᾽ αὐτῷ καὶ μητρί· τὸ δ᾽ ἀτρεκέως ἀγορεύσω·
ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε 460
κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν᾽ εἵσω
[3]
δώσω τ᾽ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
 Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·
εἰρωτᾷς μ᾽, Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι
τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. 465
σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας·
πρῶτος γάρ, Διὸς υἱέ, μετ᾽ ἀθανάτοισι θαάσσεις,
ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς
ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. 470
καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ᾽ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
τῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν
[4] δεδάηκα·
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

  1. Most MSS : ὕμνος, M with E and L (margin).
  2. Rahnken : θυμὸν, M.
  3. Tyrrell : ἡγεμονεύσω, MSS.
  4. Translator : ἔγωγε παῖδ᾽ ἀφνειὸν, MSS.
396