Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/466

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
Ἀγχίσης δ᾽ ὁρόων ἐφράζετο θαύμαινέν τε
εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. 85
πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
καλόν,
[1] χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη 89
στήθεσιν ἀμφ᾽ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·  90
εἶχε δ᾽ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· 87
ὅρμοι δ᾽ ἀμφ᾽ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. 88
 Ἀγχίσην δ᾽ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· 91
χαῖρε, ἄνασσ᾽, ἥ τις μακάρων τάδε δώμαθ᾽ ἱκάνεις,
Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
ἤ πού τις Χαρίτων δεῦρ᾽ ἤλυθες, αἵτε θεοῖσι 95
πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
ἤ τις Νυμφάων, αἵτ᾽ ἄλσεα καλὰ νέμονται
ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
σοὶ δ᾽ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, 100
βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
ὥρῃσιν πάσῃσι. σὺ δ᾽ εὔφρονα θυμὸν ἔχουσα
δός με μετὰ Τρώεσσιν ἀριπρεπέ᾽ ἔμμεναι ἄνδρα,
ποίει δ᾽ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ᾽ αὐτὸν
δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, 105
ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
οὔ τίς τοι θεός εἰμι· τί μ᾽ ἀθανάτῃσιν ἐίσκεις;
ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. 110
Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,

  1. Wakefield, καλοί etc, MSS.
412