Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/468

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
γλῶσσαν δ᾽ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ
σμικρὴν παῖδ᾽ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. 115
ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
νῦν δέ μ᾽ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
παίζομεν, ἀμφὶ δ᾽ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. 120
ἔνθεν μ᾽ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
πολλὰ δ᾽ ἔπ᾽ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
πολλὴν δ᾽ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·
οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· 125
Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
κουριδίην ἄλοχον, σοὶ δ᾽ ἀγλαὰ τέκνα τεκεῖσθαι.
αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γ᾽ αὖτις
ἀθανάτων μετὰ φῦλ᾽ ἀπέβη κρατὺς Ἀργειφόντης·
αὐτὰρ ἐγώ σ᾽ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.  130
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων ἐσθλῶν·
οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
ἀδμήτην μ᾽ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν᾽ εἰδυίῃ
σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. 135
οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ᾽ εἰκυῖα.
[1]
πέμψαι δ᾽ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
εἰπεῖν πατρί τ᾽ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·

  1. MELnT give the alternative verse : εἵ τοι ἀεικελίη γυνὴ ἔσσομαι ἡὲ καὶ οὐκί. ("to see whether I shall be an ill liking wife for you or no.")
414