Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/472

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

τῆμος ἄρ᾽ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε νήδυμον,  170
αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ δῖα θεάων
ἔστη πὰρ
[1] κλισίῃ, κεὐποιήτοιο[2] μελάθρου
κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν
ἄμβροτον, οἷόν τ᾽ ἐστὶν ἐυστεφάνου Κυθερείης, 175
ἐξ ὕπνου τ᾽ ἀνέγειρεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
 Ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
 Ὣς φάθ᾽· ὃ δ᾽ ἐξ ὕπνοιο μάλ᾽ ἐμμαπέως ὑπάκουσεν.
ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ᾽ Ἀφροδίτης, 181
τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·
ἂψ δ᾽ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
 Αὐτίκα σ᾽ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, 185
ἔγνων ὡς θεὸς ἦσθα: σὺ δ᾽ οὐ νημερτὲς ἔειπες.
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
μή με ζῶντ᾽ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
ναίειν, ἀλλ᾽ ἐλέαιρ᾽· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. 190
 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
οὐδ᾽ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. 195
σοὶ δ᾽ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·
[3]
τῷ δὲ καὶ Αἰνείας ὄνομ᾽ ἔσσεται, οὕνεκα μ᾽ αἰνὸν

  1. Stephanus : ἄρα, MSS.
  2. Sikes.
  3. Baumeister : ἐγγεγάονται, MSS.
418