Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/622

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

314 καὶ Κλεάνθης Μαίονα λέγουσιν, Εὐγαίων δὲ
Μέλητα, Καλλικλῆς δὲ Μνασαγόραν, Δημόκριτος δὲ
ὁ Τροιζήνιος Δαήμονα ἔμπορον, ἔνιοι δὲ Θαμύραν,[1]
Αἰγύπτιοι δὲ Μενέμαχον ἱερογραμματέα, ἐισὶ δὲ,
οἳ Τηλέμαχον τὸν Ὀδυσσέως· μητέρα δὲ οἱ μὲν
Μῆτιν, οἱ δὲ Κρηθηίδα, οἱ δὲ Θεμίτην, οἱ δὲ
Εὐγνηθώ, ἔνιοι δὲ Ἰθακησίαν τινὰ ὑπὸ Φοινίκων
ἀπεμποληθεῖσαν, οἱ δὲ Καλλιὸπην τὴν Μοῦσαν,
τινὲς δὲ Πολυκάστην τὴν Νέστορος.
 Ἐκαλεῖτο δὲ Μέλης, ὡς δέ τινές φασι
Μελησιγένης, ὡς δὲ ἔνιοι, Ἄλτης. ὀνομασθῆναι δὲ
αὐτόν φασί τινες Ὅμηρον διὰ τὸ τὸν πατέρα
αὐτοῦ ὅμηρον δοθῆναι ὑπὸ Κυπρίων Πέρσαις,
οἱ δὲ διὰ τὴν πήρωσιν τῶν ὀμμάτων· παρὰ γὰρ
τοῖς Αἰολεῦσιν οὕτως οἱ πηροὶ καλοῦνται. ὅπερ
δὲ ἀκηκόαμεν ἐπὶ τοῦ θειοτάτου αὐτοκράτορος
Ἀδριανοῦ εἰρημένον ὑπὸ τῆς Πυθίας περὶ Ὁμήρου,
ἐκθησόμεθα. τοῦ γὰρ βασιλέως πυθομένου,
πόθεν Ὅμηρος καὶ τίνος, ἀπεφοίβασε δι’
ἑξαμέτρου τόνδε τὸν τρόπον·
 Ἄγνωστόν μ’ ἔρεαι γενεὴν καὶ πατρίδα γαῖαν
 ἀμβροσίου σειρῆνος; ἕδος δ’ Ἰθακήσιός ἐστιν,
 Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Ἐπικάστη
 μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολὺ πάνσοφον ἄνδρα.
οἷς μάλιστα δεῖ πιστεύειν διά τε τὸν πυθόμενον
καὶ τὸν ἀποκρινάμενον, ἄλλως τε οὕτως τοῦ
ποιητοῦ μεγαλοφυῶς τὸν προπάτορα διὰ τῶν
ἐπῶν δεδοξακότος.

  1. Rzach : Ταμύραν, Flach.
568