Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/640

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

 Θαυμάσαντες δὲ καὶ ἐν τούτῳ τὸν Ὅμηρον οἱ
Ἕλληνες ἐπήνουν, ὡς παρὰ τὸ προσῆκον γεγονότων
τῶν ἐπῶν, καὶ ἐκέλευον διδόναι τὴν νίκην. ὁ
δὲ βασιλεὺς τὸν Ἡσίοδον ἐστεφάνωσεν εἰπὼν δίκαιον
εἶναι τὸν ἐπὶ γεωργίαν καὶ εἰρήνην προκαλούμενον
νικᾶν, οὐ τὸν πολέμους καὶ σφαγὰς διεξιόντα.
τῆς μὲν οὖν νίκης οὕτω φασὶ τυχεῖν τὸν Ἡσίοδον
καὶ λαβόντα τρίποδα χαλκοῦν ἀναθεῖναι ταῖς
Μούσαις ἐπιγράψαντα·
 Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν
 ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.

 Τοῦ δὲ ἀγῶνος διαλυθέντος διέπλευσεν ὁ Ἡσίοδος
εἰς Δελφοὺς χρησόμενος καὶ τῆς νίκης ἀπαρχὰς
τῷ θεῷ ἀναθήσων. προσερχομένου δὲ αὐτοῦ
τῷ ναῷ ἔνθεον γενομένην τὴν προφῆτίν φασιν
εἰπεῖν·
  Ολβιος οὗτος ἀνὴρ, ὃς ἐμὸν δόμον ἀμφιπολεύει,
 Ἡσίοδος Μούσῃσι τετιμένος ἀθανάτῃσιν·
 τοῦ δʼ ἦ τοι κλέος ἔσται ὅσην τʼ ἐπικίδναται ἠώς.
 ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος·
 κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν.

 Ὁ δὲ Ἡσίοδος ἀκούσας τοῦ χρησμοῦ, τῆς
Πελοποννήσου μὲν ἀνεχώρει νομίσας τὴν ἐκεῖ
Νεμέαν τὸν θεὸν λέγειν, εἰς δὲ Οἰνόην τῆς Λοκρίδος
ἐλθὼν καταλύει παρʼ Ἀμφιφάνει καὶ Γανύκτορι,
τοῖς Φηγέως παισίν, ἀγνοήσας τὸ μαντεῖον.
ὁ γὰρ τόπος οὗτος ἅπας ἐκαλεῖτο Διὸς Νεμείου
323ἱερόν. διατριβῆς δὲ αὐτῷ πλείονος γενομένης ἐν
τοῖς Οἰνοεῦσιν. ὑπονοήσαντες οἱ νεανίσκοι τὴν
ἀδελφὴν αὐτῶν μοιχεύειν τὸν Ἡσίοδον, ἀποκτείναντες

586