Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/104

This page has been proofread, but needs to be validated.

HESIOD

ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·
νάσσατο δ’ ἄγχ’ ἑΛικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ οὐδέ ποτ’ ἐσθλῇ. 640
 Τύνη δ’, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων περὶ ναυτιλίης δὲ μάλιστα.
νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι.
μείζων μὲν φόρτος, μεῖζον δ’ ἐπὶ κέρδεϊ κέρδος
ἔσσεται, εἴ κ’ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. 645
 Εὖτ’ ἂν ἐπ’ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
οὐ γάρ πώποτε νηί γ’ ἐπέπλων εὐρέα πόντον, 650
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ’ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
ἔνθα δ’ ἐγὼν ἐπ’ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
Χαλκίδα τ’ εἲς ἐπέπερησα· τὰ δὲ προπεφραδμένα πολλὰ  655
ἄεθλ’ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδ’ ὠτώεντα.
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωιάδεσσ’ ἀνέθηκα,
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· 660
ἀλλὰ καὶ ὧς ἐρέω ζηνὸς νόον αἰγιόχοιο·
Μοῦσαι γάρ μ’ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
 Ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα 665
καυάξεις οὔτ’ ἄνδρας ἀποφθείσεια θάλασσα,

50