Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/112

This page has been proofread, but needs to be validated.

HESIOD

Μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
 Μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
 Μηδ᾽ ἐπ᾽ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, 750
παῖδα δυωδεκαταῖον, ὅτ᾽ ἀνέρ᾽ ἀνήνορα ποιεῖ,
μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ᾽ ἐπὶ καὶ τῷ
ποινή. μηδ᾽ ἱεροῖσιν ἐπ᾽ αἰθομένοισι κυρήσας 755
μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
μηδέ ποτ᾽ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
μηδ᾽ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ᾽ ἐξαλέασθαι·
μηδ᾽ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
 Ὧδ᾽ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. 760
φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
ῥεῖα μάλ᾽, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ᾽ ἀποθέσθαι.
φήμη δ᾽ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.


Ἤματα δ᾽ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν  765
πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην
ἔργα τ᾽ ἐποπτεύειν ἠδ᾽ ἁρμαλιὴν δατέασθαι.
 Αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, 769
εὖτ᾽ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. 768
 Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· 770
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
ὀγδοάτη δ᾽ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς

58