Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/184

This page has been proofread, but needs to be validated.

HESIOD

ἄσπετος, ὄσσε δ’ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δ’ ἄντα 700
ὀφθαλμοῖσιν ἰδεῖν ἠδ’ οὔασιν ὄσσαν ἀκοῦσαι
αὔτως, ὡς ὅτε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει,
τῆς μὲν ἐρειπομένης, τοῦ δ’ ὑψόθεν ἐξεριπόντος·
τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. 705
σὺν δ’ ἄνεμοι ἔνοσίν τε κονίην τ’ ἐσφαράγιζον
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
κῆλα Διὸς μεγάλοιο, φέρον δ’ ἰαχήν τ’ ἐνοπήν τε
ἐς μέσον ἀμφοτέρων· ὄτοβος δ’ ἄπλητος ὀρώρει
σμερδαλέης ἔριδος, κάρτευς δ’ ἀνεφαίνετο ἔργων. 710
ἐκλίνθη δὲ μάχη· πρὶν δ’ ἀλλήλοις ἐπέχοντες
ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
 Οἳ δ’ ἄρ’ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν,
Κόττος τε Βριάρεώς τε Γύης τ’ ἄατος πολέμοιο,
οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν 715
πέμπον ἐπασσυτέρας, κατὰ δ’ ἐσκίασαν βελέεσσι
Τιτῆνας· καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν,
χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
τόσσον ἔνερθ’ ὑπὸ γῆς ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης·  720
τόσσον γάρ τ’ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
οὐρανόθεν κατιών, δεκάτῃ κ’ ἐς γαῖαν ἵκοιτο·
ἐννέα δ’ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
ἐκ γαίης κατιών, δεκάτῃ κ’ ἐς Τάρταρον ἵκοι. 725
τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν

130