Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/194

This page has been proofread, but needs to be validated.

HESIOD

ποσσὶ δ’ ὕπ’ ἀθανάτοισι μέγας πελεμίζετ’ Ὄλυμπος
ὀρνυμένοιο ἄνακτος· ἐπεστονάχιζε δὲ γαῖα.
καῦμα δ’ ὑπ’ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
βροντῆς τε στεροπῆς τε, πυρός τ’ ἀπὸ τοῖο πελώρου, 845
πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος·
ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
θυῖε
[1] δ’ ἄρ’ ἀμφ’ ἀκτὰς περί τ’ ἀμφί τε κύματα μακρὰ
ῥιπῇ ὕπ’ ἀθανάτων, ἔνοσις δ’ ἄσβεστος ὀρώρει·
τρέε
[2] δ’ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,  850
Τιτῆνές θ’ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
Ζεὺς δ’ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ’ ὅπλα,
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
πλῆξεν ἀπ’ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας 855
ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
αὐτὰρ ἐπεὶ δή μιν δάμασε πληγῇσιν ἱμάσσας,
ἤριπε γυιωθείς, στονάχιζε δὲ γαῖα πελώρη.
φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
οὔρεος ἐν βήσσῃσιν ἀιδνῆς
[3] παιπαλοέσσης, 860
πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
αὐτμῇ θεσπεσίῃ, καὶ ἐτήκετο κασσίτερος ὣς
τέχνῃ ὑπ’ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν,
οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ 865

  1. R : θῦε, MSS.
  2. Schol. : τρέσσε, MSS.
  3. MSS. and schol.: Ἄιτνης, Tzetzes.
140