Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/210

This page has been proofread, but needs to be validated.

HESIOD

κούρη δ' ἐν μεγάροισιν ἀγανοῦ Δευκαλίωνος
Πανδώρη Διὶ πατρί, θεῶν σημάντορι πάντων,
μιχθεῖσ' ἐν φιλότητι τέκεν Γραῖκον μενεχάρμην.

3.

Constantinus Porphyrogenitus,[1] de Them. 2 p. 48 B.
Μακεδονία ἡ χώρα (ὠνομάσθη) ἀπὸ Μακεδόνος
τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, ὥς φησιν
Ἡσίοδος·
 ἣ δ' ὑποκυσαμένη Διὶ γείνατο τερπικεραύνῳ
 υἷε δύω Μάγνητα Μακηδόνα θ' ἱππιοχάρμην,
 οἱ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ' ἔναιον.
   *     *     *     *
 Μάγνης δ' αὖ Δίκτυν τε καὶ ἀντίθεον Πολυδεκτέα.

4.

Plutarch, Mor. p. 747; Schol. on Pindar Pyth.
iv. 263.
Ἕλληνος δ' ἐγένοντο φιλοπτολέμου βασιλῆος
 Δῶρός τε Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης.
 Αἰολίδαι δ' ἐγένοντο θεμιστοπόλοι βασιλῆες
 Κρηθεὺς ἠδ' Ἀθάμας καὶ Σίσυφος αἰολόμητις
 Σαλμωνεύς τ' ἄδικος καὶ ὑπερθυμος Περιήρης.

5.

Scholiast on Apollonius Rhodius, Arg. iv. 266. οἱ
ἀπὸ Δευκαλίωνος τὸ γένος ἔχοντες ἐβασίλευον
Θεσσαλίας, ὥς φησιν Ἑκαταῖος καὶ Ἡσίοδος.

6.

Idem, i. 482. Ἀλωιάδας .... Ἡσίοδος δὲ Ἀλωσέως
καὶ Ἰφιμεδείας κατ' ἐπίκλησιν, ταῖς δἐ ἀληθείαις

156
  1. Constantine VII. "Born in the Porphyry Chamber," 905-959 A.D.