Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/256

This page has been proofread, but needs to be validated.

HESIOD

χεύετο καλὰ πέτηλα, ῥέεσκε δὲ καρπὸς ἔραζε
πνείοντος Βορέαο περιζαμενὲς Διὸς αἴσῃ,
ἔζεσκεν δὲ θάλασσα, τρόμεεσκε δὲ πάντ᾽ ἀπὸ τοῖο,
τρύζεσκεν δὲ μένος βρότεον, μινύθεσκε δὲ καρπός,  35
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ᾽ ἄτριχος οὔρεσι τίκτει
γαίης ἐν κευθμῶνι τρίτῳ ἔτεϊ τρία τέκνα.
ἔαρο]ς μὲν κατ᾽ ὄρος καὶ ἀνὰ δρυμὰ πυκνὰ καὶ ὕλην
νόσφι]ν ἀλυσκάζων καὶ ἀπεχθαίρων πάτον ἀνδρῶν
ἄγκεα καὶ κνημοὺς κατα[ναίεται ὑληέντας· 40
χειμῶνος δ᾽ ἐπιόντος ὑπὸ [χθονὶ πυκνῷ ἐν ἄντρῳ
κεῖται πόλλ᾽ ἐπιεσσάμενος ἐ[ριθηλέα (?) φύλλα,
δεινὸς ὄφις κατὰ νῶτα δα[φοινὸς στίγμασιν αἱνοῖς.
ἀλλά μιν ὑβριστήν τε καὶ [ἄγριον, οὔ τι φατείον,
κῆλα Διὸς δαμνᾷ· φῆ [ . . . . . . . 45
ψυχὴ τοῦ γ᾽ οἴη καταλείπε[ται ἐν χθονὶ δίῃ.
ἣ δ᾽ ἀμφ᾽ αὐτόχυτον θαλάμ[ην τρίζουσα ποτᾶται
ἠβαιήν· ἐπὶ θ᾽ ἱρὰ κατὰ χθ[ονὸς εὐρυοδείης
εἶσιν ἀμαυρωθεῖσα ποθ[
κεῖται δὲ 50

(Traces of 37 following lines.)

69.

Tzetzes,[1] Exeg. Iliad. 68. 19 H. ὁ Ἀγαμέμνων,
ὁμοίως δὲ καὶ Μενέλαος καθ᾽ Ἡσίοδον καὶ
Αἰσχύλον Πλεισθένους υἱοῦ Ἀτρέως παῖδες
νομίζονται ... κατὰ δὲ Ἡσίοδον ... Ἀτρέως καὶ
Ἀερόπης Πλεισθένης. Πλεισθένους δὲ καὶ
Κλεόλλας τῆς Δίαντος Ἀγαμέμνων, Μενέλαος καὶ
Ἀναξιβία.

  1. c. 1110-1180 a.d. His chief work was a poem, Chiliades, in accentual verse of nearly 13,000 lines.
202