Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/284

This page has been proofread, but needs to be validated.

HESIOD

λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
ἐν μέσσῳ δ᾽ ἀδάμαντος
[1] ἔην Φόβος οὔ τι φατειός,
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς· 145
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν. 150
τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
κάκκιον,
[2] ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
 Ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
ἐν δ᾽ Ὅμαδός τε Φόβος τ᾽ Ἀνδροκτασίη τε δεδήει,  155
ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ᾽ ὀλοὴ Κὴρ
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
εἷμα δ᾽ ἔχ᾽ ἄμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. 160
 Ἐν δ᾽ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων,
οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
Ἀμφιτρυωνιάδης, τὰ δ᾽ ἐδαίετο θαυματὰ ἔργα. 165
στίγματα δ᾽ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.

  1. Schol. : δὲ δράκοντος, M8S.
  2. ( = κατέκιον: cp. I. 254), Tr.: αὐτῶν, MSS.
230