Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/294

This page has been proofread, but needs to be validated.

HESIOD

τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ ὀρχηθμῷ καὶ ἀοιδῇ
τοί γε μὲν αὖ γελόωντες ὑπ᾽ αὐλητῆρι ἕκαστος
πρόσθ᾽ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
ἀγλαΐαι τ᾽ εἶχον. τοὶ δ᾽ αὖ προπάροιθε πόληος 285
νῶθ᾽ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ᾽ ἀροτῆρες
ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατ᾽. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· 290
οἳ δ᾽ ἄρ᾽ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
[1]
οἳ δ᾽ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν. 295
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, 297
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,[2] 299
βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε. 300
οἵ γε μὲν ἐτράπεον, τοὶ δ᾽ ἤρυον· οἳ δ᾽ ἐμάχοντο
πύξ τε καὶ ἑλκηδόν· τοὶ δ᾽ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
ἱέμενοι μαπέειν, οἳ δ᾽ ἱέμενοι ὑπαλύξαι.
 Πὰρ δ᾽ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ᾽ ἀέθλῳ
δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δ᾽ ἐπὶ δίφρων 306
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες, τὰ δ᾽ ἐπικροτέοντα πέτοντο

  1. GH have the alternative reading ἔπιπλον.
  2. 298 τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ αὑλητῆρι ἔκαστος
     This line, which is perhaps an alternative for II. 282 3 and may have once stood at the foot of a MS. page, is omitted by many MSS.
240