Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/304

This page has been proofread, but needs to be validated.

HESIOD

ὅς τε μάλ᾽ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
ἐμ μένεος
[1] δ᾽ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
γλαυκιόων δ᾽ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους 430
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν
[2] οὐδὲ μάχεσθαι·
τοῖος ἄρ᾽ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·
ἀμφότεροι δ᾽ ἰάχοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν. 436
ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
μακρὰ δ᾽ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει· 440
τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
κεκληγὼς ἐπόρουσεν· ὃ δ᾽ ἐμμαπέως ὑπέδεκτο.
 Αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ᾽ ἔχουσα·
δεινὰ δ᾽ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα· 445
 Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
ἀλλ᾽ ἄγε παῦε μάχην, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο.
 Ὣς ἔφατ᾽· ἀλλ᾽ οὐ πεῖθ᾽ Ἄρεος μεγαλήτορα θυμόν,  450
ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ᾽ ἔγχεα πάλλων
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
κακτάμεναι μεμαώς· καί ῥ᾽ ἔμβαλε χάλκεον ἔγχος,

  1. Dindorf, Meyer : ἐμμενέως, MSS.
  2. A : ἐλθεῖν, MSS.
250