Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/318

This page has been proofread, but needs to be validated.

HESIOD

ἐγγὺς Θεσσαλίας καὶ τὴν γῆν ταύτην ἀπ' αὐτοῦ
Μαγνησίαν προσηγόρευσαν οἱ ἄνθρωποι. ἐγένετο
δ' αὐτῷ παῖς περίβλεπτος τὴν ὄψιν Ὑμέναιος.
ἐπεὶ δὲ Ἀπόλλωνα ἰδόντα ἔρως ἔλαβε τοῦ παιδὸς
καὶ οὐκ ἐξέλιμπανε τὰ οἰκία τοῦ Μάγνητος,
Ἑρμῆς ἐπιβουλεύει τῇ ἀγέλῃ τῶν βοῶν τοῦ
Ἀπόλλωνος. αἱ δὲ ἐνέμοντο ἵνα περ ἦσαν αἱ Ἀδμήτου
βόες. καὶ πρῶτα μὲν ἐμβάλλει ταῖς κυσίν, αἵ
ἐφύλαττον αὐτάς, λήθαργον καὶ κυνάγχην· αἱ δὲ
ἐξελάθοντο τῶν βοῶν καὶ τὴν φυλακὴν ἀπώλεσαν·
εἶτα δ' ἀπελαύνει πόρτιας δώδεκα καὶ ἑκατὸν
βοῦς ἄζυγας καὶ ταῦρον, ὅς ταῖς βουσὶν ἐπέβαινεν.
ἐξῆπτε δὲ ἐκ τῆς οὐρᾶς πρὸς ἕκαστον
ὕλην, ὥς ἄν τὰ ἴχνη τῶν βοῶν ἀφανίσῃ.
καὶ ἦγεν αὐτὰς ἐλαύνων διά τε τῶν Πελασγῶν καὶ
δι' Ἀχαΐας τῆς Φθιώτιδος καὶ διὰ Λοκρίδος καὶ
Βοιωτίας καὶ Μεγαρίδος καὶ ἐντεῦθεν εἰς
Πελοπόννησον διὰ Κορίνθου καὶ Λαρίσσης ἄχρι
Τεγέας. καὶ ἐντεῦθεν παρὰ τὸ Λύκαιον ὄρος
ἐπορεύετο καὶ παρὰ τὸ Μαίναλιον καὶ τὰς λεγομένας
Βάττου σκοπιάς. ᾤκει δὲ ὁ Βάττος οὗτος ἐπ'
ἄκρῳ τῷ σκοπέλῳ· καὶ ἐπεὶ τῆς φωνῆς ἤκουσε
παρελαυνομένων τῶν μόσχων, προελθὼν ἐκ τῶν
οἰκείων ἔγνω περὶ τῶν βοῶν ὅτι κλοπιμαίας ἄγει·
καὶ μισθὸν ᾔτησεν, ἵνα πρὸς μηδένα φράσῃ περὶ
αὐτῶν. Ἑρμῆς δὲ δώσειν ἐπὶ τούτοις ὑπέσχετο,
καὶ ὁ Βάττος ὤμοσε περὶ τῶν βοῶν πρὸς μηδένα
κατερεῖν. ἐπεὶ δὲ αὐτὰς Ἑρμῆς ἔκρυψεν ἐν τῶ
πρηῶνι παρὰ τὸ Κορυφάσιον εἰς τὸ σπήλαιον
εἰσελάσας ἄντικρυς Ἰταλίας καὶ Σικελίας, αὖθις
ἀφίκετο πρὸς τὸν Βάττον ἀλλάξας ἑαυτὸν καὶ
πειρώμενος, εἰ αὐτῷ συμμένειν ἐπὶ τοῖς ὁρκίοις

264