Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/320

This page has been proofread, but needs to be validated.

HESIOD

ἐθέλει διδοὺς δὲ μισθὸν χλαῖναν ἐπυνθάνετο παρ᾿
αυτοῦ, εἰ μὴ κλοπιμαίας βοῦς ἔγνω παρελαθείσας.
ὁ δὲ Βάττος ἔλαβε τὴν χλαμύδα καὶ ἐμήνυσε
περὶ τῶν βοῶν. Ἑρμῆς δὲ χαλεπήνας, ὅτι διχόμυθος
ἦν, ἐρράπισεν αὐτὸν τῇ ῥάβδῳ καὶ μετέβαλεν
εἰς πέτρον. καὶ αὐτὸν οὐκ ἐκλείπει κρύος οὐδὲ
καῦμα.

ΜΕΛΑΜΠΟΔΕΙΑ

1.

Strabo, xiv. p. 642. λέγεται δὲ Κάλχας ὁ
μάντις μετ᾿ Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ
Τροίας ἐπάνοδον πεζῇ δεῦρο ἀφικέσθαι, περιτυχὼν
δ᾿ ἑαυτοῦ κρείττονι μάντει κατὰ τὴν Κλάρον
Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρός, διὰ
λύπην ἀποθανεῖν. Ἡσίοδος μὲν οὖν οὕτω πως
διασκευάζει τὸν μῦθον· προτεῖναι γάρ τι τοιοῦτο
τῷ Μόψῳ τὸν Κάλχαντα·
  Θαῦμά μ᾿ ἔχει κατὰ θυμόν, ἐρινεὸς ὅσσον ὀλύνθων
 οὗτος ἔχει μικρός περ ἐών· εἴποις ἂν ἀριθμόν;
τὸν δὲ ἀποκρίνασθαι·
  Μύριοί εἰσιν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος·
 εἷς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο.
  Ὣς φάυο· καὶ σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου·
 καὶ τότε δὴ Κάλχανθ᾿ ὕπνος θανάτοιο κάλυψεν.

266