Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/328

This page has been proofread, but needs to be validated.

HESIOD

6.

Scholiast on Homer, Il. xxiv. 24. Ἀργειφόντην
... κατὰ τοὺς Ἡσιόδου μύθους τὸν βουκόλον
Ἰοῦς ἐφόνευσεν (Ἑρμῆς).

7.

Athenaeus, xi. p. 503 d. καὶ ὁ τὸν Αἰγίμιον
ποιήσας, εἴθ' Ἡσίοδός ἐστιν ἥ Κέκρωψ ὁ Μιλήσιος,
 ἔνθα ποτ' ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.

8.

Etym. Gen.Ἡσίοδος δὲ διὰ τὸ τριχῇ αὑτοὺς
οἰκῆσαι,
πάντες δὲ τριχαίκες καλέονται,
  τρισσὴν οὕνεκα γαῖαν ἑκὰς πάτρης ἐδάσαντο.
τρία γὰρ Ἑλληνικά ἔθνη τῆς Κρήτης ἐποικῆσαι,
Πελασγούς, Ἀχαιούς, Δωριες. οὕς τριχαίκας
κεκλήκασι.


INCERTAE SEDIS FRAGMENTA

1.

Diogenes Laertius, viii. 1. 25.
Οὐρανίη δ' ἄρ' ἔτικτε Λίνον πολυήρατον υἱόν,
ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί,
πάντες μὲν θρηνεῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε,
ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν

Clement of Alexandria, Strom, i. p. 121.

παντοίης σοφίης δεδαηκότα.</poem>

2.

Schol. on Homer, Odyssey, iv. 232.
εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι
ἣ αὐτὸς Παιήων, ὃς ἀπάντων φάρμακα οἶδεν.

274