Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/352

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

λάθρη δ᾽ ὁρμηθεῖσα δι᾽ ἠπείροιο μελαίνης 130
φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρ᾽ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
ἥ τις δὴ γαῖ᾽ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
ἀλλ᾽ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες 135
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δ᾽ αὖτ᾽ οἰκτείρατε, κοῦραι.
[τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,[1]] 137a
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ᾽ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· 140
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ᾽ ἔργα διδασκήσαιμι γυναῖκας.
 Φῆ ῥα θεά· τὴν δ᾽ αὐτίκ᾽ ἀμείβετο παρθένος ἀδμής,  145
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
 Μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ᾽ ὀνομήνω
ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς 150
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, 155
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν

  1. Ailen.
298