Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/358

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
 Χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ᾽ ἔολπα τοκήων
ἔμμεναι, ἀλλ᾽ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. 215
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δ᾽, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ᾽ ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. 220
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
 Τὴν δ᾽ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·  225
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτ᾽ ἄρ᾽ ἐπηλυσίη δηλήσεται οὔθ᾽ ὑποτάμνον·
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
οἶδα δ᾽ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. 230
 Ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσσ᾽ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ᾽, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
ἔτρεφεν ἐν μεγάροις· ὃ δ᾽ ἀέξετο δαίμονι ἶσος, 235
οὔτ᾽ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς[1]
ἠματίη μὲν γὰρ καλλιστέφανος[2]] Δημήτηρ 236a

  1. Hermaun's restoration.
  2. Voss' restoration.
304