Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/364

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι, ἅμα δ᾽ ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. 295
αὐτὰρ ὅ γ᾽ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγ᾽ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἳ δὲ μάλ᾽ αἶψ᾽ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
τεῦχον δ᾽, ὡς ἐπέτελλ᾽. ὃ δ᾽ ἀέξετο δαίμονι ἶσος.
[1] 300
 Αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
βάν ῥ᾽ ἴμεν οἴκαδ᾽ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
αἰνότατον δ᾽ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν 305
ποίησ᾽ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
σπέρμ᾽ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
πολλὰ δὲ καμπύλ᾽ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων  310
λιμοῦ ὑπ᾽ ἀργαλέης, γεράων τ᾽ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ᾽ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ᾽ ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
Δήμητρ᾽ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. 315
ὣς ἔφαθ᾽· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ᾽ ἐν νηῷ Δημήτερα κυανόπεπλον
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα· 320

  1. Tr. (cp. 235) : δαίμονος αἴσῃ, MSS.
310