Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/368

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς 350
ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλ᾽ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμ᾽ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων· ἣ δ᾽ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
μίσγεται, ἀλλ᾽ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ 355
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
 Ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
ὀφρύσιν, οὐδ᾽ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
ἐσσυμένως δ᾽ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
 Ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον 360
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ᾽ ἀκοίτης,
αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δ᾽ ἐοῦσα
δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, 365
τιμὰς δὲ σχήσησθα μετ᾽ ἀθανάτοισι μεγίστας.
τῶν δ᾽ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
 Ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, 370
καρπαλίμως δ᾽ ἀνόρουσ᾽ ὑπὸ χάρματος· αὐτὰρ ὅ γ᾽ αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρ᾽ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν 375
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.

314