Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/382

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

πρίν γ᾽ ὅτε δή ῥ᾽ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· 50
 Δῆλ᾽, εἰ γάρ κ᾽ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
Φοίβου Ἀπόλλωνος, θέσθαι τ᾽ ἔνι πίονα νηόν,—
ἄλλος δ᾽ οὔτις σεῖό ποθ᾽ ἅψεται, οὐδέ σε λήσει·
οὐδ᾽ εὔβων σέ γ᾽ ἔσεσθαι ὀίομαι οὔτ᾽ εὔμηλον,
οὐδὲ τρύγην οἴσεις οὔτ᾽ ἂρ φυτὰ μυρία φύσεις. 55
εἰ δέ κ᾽ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
ἄνθρωποί τοι πάντες ἀγινήσουσ᾽ ἑκατόμβας
ἐνθάδ᾽ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναΐξει βοσκήσεις θ᾽ οἵ κέ σ᾽ ἔχωσι
χειρὸς ἀπ᾽ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ᾽ οὖδας.  60
ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
 Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. 65
ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
τῷ ῥ᾽ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, 70
μή, ὁπότ᾽ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
ἔνθ᾽ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
κλύσσει· ὃ δ᾽ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ, 75
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
πουλύποδες δ᾽ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.

328