Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/386

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
αὐτίκ᾽ ἄρ᾽ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε 110
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
πάντα μάλ᾽, ὡς ἐπέτελλον Ὀλύμπια δώματ᾽ ἔχουσαι.
τῇ δ᾽ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαι.
εὖτ᾽ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, 115
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ᾽ ἔρεισε
λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖ᾽ ὑπένερθεν·
ἐκ δ᾽ ἔθορε πρὸ φόωσδε· θεαὶ δ᾽ ὀλόλυξαν ἅπασαι.
 Ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ 120
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ᾽ ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
 Οὐδ᾽ ἄρ᾽ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ, 125
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ᾽ ἔπειτ᾽ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ᾽ ἔτι δέσματ᾽ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
αὐτίκα δ᾽ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων· 130
 Εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δ᾽ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
 Ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δ᾽ ἄρα πᾶσαι

332