Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/408

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,  415
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
ἢ εἰς οἶδμ᾽ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
ἀλλ᾽ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
ἤι᾽ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων 420
ῥηιδίως ἴθυν᾽· ἣ δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους.
βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην 425
ἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ᾽ ὄρος αἰπὺ πέφαντο
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλ᾽ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν 430
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·
ἦλθ᾽ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. 435
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ᾽ ἠέλιόν τε
ἔπλεον· ἡγεμόνευε δ᾽ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
ἷξον δ᾽ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
ἐς λιμέν᾽· ἣ δ᾽ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
 Ἔνθ᾽ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων, 440
ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δ᾽ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δ᾽ εἰς οὐρανὸν ἷκεν·
ἐς δ᾽ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθ᾽ ἄρ᾽ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·

354