Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/428

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·
ἀνθρακιὴν δ᾽ ἐμάρανε, κόνιν δ᾽ ἀμάθυνε μέλαιναν 140
παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
Κυλλήνης δ᾽ αἶψ᾽ αὖτις ἀφίκετο δῖα κάρηνα
ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
οὐδὲ κύνες λελάκοντο· Διὸς δ᾽ ἐριούνιος Ἑρμῆς 145
δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ᾽ ὀμίχλη.
ἰθύσας δ᾽ ἄντρου ἐξίκετο πίονα νηὸν
ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ᾽ οὔδει.
ἐσσυμένως δ᾽ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· 150
σπάργανον ἀμφ᾽ ὤμοις εἰλυμένος, ἠύτε τέκνον
νήπιον, ἐν παλάμῃσι περ᾽ ἰγνύσι λαῖφος ἀθύρων
κεῖτο, χέλυν ἐρατὴν ἐπ᾽ ἀριστερὰ χειρὸς ἐέργων.
μητέρα δ᾽ οὐκ ἄρ᾽ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
 Τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ  155
ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ᾽ οἴω
ἢ τάχ᾽ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
ἣ σὲ φέροντα μεταξὺ κατ᾽ ἄγκεα φηλητεύσειν.
ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν 160
θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
 Τὴν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι,
[1] ἠύτε τέκνον
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,

  1. Pierson : τιτύσκεαι, MSS.
374