Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/434

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

οὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων·
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· 225
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο.
 Ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
Κυλλήνης δ᾽ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. 230
ὀδμὴ δ᾽ ἱμερόεσσα δι᾽ οὔρεος ἠγαθέοιο
κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
 Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς 235
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽· ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν
[1] ἑαυτόν.
ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, 240
φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε· χέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δ᾽ οὐδ᾽ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
νύμφην τ᾽ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
παῖδ᾽ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. 245
παπτήνας δ᾽ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδ᾽ ἀμβροσίης ἐρατεινῆς·
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,  250
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·
ἔνθ᾽ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·

  1. Lohsee : ἀλέεινεν, MSS.
380