Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/438

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

μάκρ᾽ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. 280
 Τὸν δ᾽ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·
ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλ᾽ οἴω
πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ᾽ οὔδεϊ φῶτα καθίσσαι,
σκευάζοντα κατ᾽ οἶκον ἄτερ ψόφου, οἷ᾽ ἀγορεύεις· 285
πολλοὺς δ᾽ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
οὔρεος ἐν βήσσῃς, ὁπότ᾽ ἄν κρειῶν ἐρατίζων
ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
ἀλλ᾽ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε. 290
τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ᾽ ἀθανάτοις γέρας ἕξεις.
ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
 Ὣς ἄρ᾽ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
σὺν δ᾽ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί, 295
τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.
ἐσσυμένως δὲ μετ᾽ αὐτὸν ἐπέπταρε· τοῖο δ᾽ Ἀπόλλων
ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε· 300
 Θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
τούτοις οἰωνοῖσι· σὺ δ᾽ αὖθ᾽ ὁδὸν ἡγεμονεύσεις.
 Ὣς φάθ᾽· ὃ δ᾽ αὖτ᾽ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς,

384