Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/440

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

σπουδῇ ἰών· ἄμφω δὲ παρ᾽ οὔατα χερσὶν ἐώθει 305
σπάργανον ἀμφ᾽ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
 Πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
ἦ με βοῶν ἕνεχ᾽ ὧδε χολούμενος ὀρσολοπεύεις;
ὦ πόποι, εἴθ᾽ ἀπόλοιτο βοῶν γένος: οὐ γὰρ ἐγώ γε
ὑμετέρας ἔκλεψα βόας οὐδ᾽ ἄλλον ὄπωπα, 310
αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
 Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
Ἑρμῆς τ᾽ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν 315
   *     *     *     *
οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,
ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε 320
πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
οὐμιλίη
[1] δ᾽ ἔχ᾽ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ  325
ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
[2]
 Ἔστησαν δ᾽ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
πρόσθε Διὸς γούνων· ὃ δ᾽ ἀνείρετο φαίδιμον υἱὸν
Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
 Φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδ᾽ ἐλαύνεις, 330
παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
σπουδαῖον τόδε χρῆμα θεῶν μεθ᾽ ὁμήγυριν ἦλθε.

  1. Allen's (Oxf. Text) sucrgestion : εὐμιλίη, M : εὐμυλίη, other MSS.
  2. E and L (in margin) : ποτὶ πτύχας Οὐλύμποιο, other MSS.
386