Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/462

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
ἣ δὲ μάλ᾿ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν, 25
ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
παρθένος ἔσσεσθαι πάντ᾿ ἤματα δῖα θεάων
τῆι δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο,
καί τε μέσωι οἴκωι κατ᾿ ἄρ᾿ ἕζετο πῖαρ ἑλοῦσα, 30
πᾶσιν δ᾿ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
 Τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ᾿ ἀπατῆσαι·
τῶν δ᾿ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ᾿ Ἀφροδίτην
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. 35
καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
ὅστε μέγιστός τ᾽ ἐστὶ μεγίστης τ᾽ ἔμμορε τιμῆς.
καί τε τοῦ, εὖτ᾽ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, 40
ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
κυδίστην δ᾽ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
μήτηρ τε Ῥείη· Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼς
αἰδοίην ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν.
 Τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα 46
μηδ᾽ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
καί ποτ᾽ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, 50
καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.

408