Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/464

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Ἀγχίσεω δ᾽ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
ὃς τότ᾽ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. 55
τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
ἠράσατ᾽, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
ἐς Κύπρον δ᾽ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
ἐνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς· 60
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμβροσίῳ ἑδανῷ,
[1] τό ῥά οἱ τεθυωμένον ἦεν.
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη 65
σεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον,
ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
Ἴδην δ᾽ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
βῆ δ᾽ ἰθὺς σταθμοῖο δι᾽ οὔρεος· οἳ δὲ μετ᾽ αὐτὴν
σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, 70
ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
ἤισαν· ἣ δ᾽ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
καὶ τοῖς ἐν στήθεσσι βάλ᾽ ἵμερον· οἳ δ᾽ ἅμα πάντες
σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους.
 Αὐτὴ δ᾽ ἐς κλισίας εὐποιήτους ἀφίκανε· 75
τὸν δ᾽ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ᾽ ἄλλων
Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
οἳ δ᾽ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ᾽ ἄλλων
πωλεῖτ᾽ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. 80
στῆ δ᾽ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,

  1. Clarke : ἑανῷ, MSS.
410