Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/494

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

XVI

ΕΙΣ ΑΣΚΛΗΠΙΟΝ


 ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾽ ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ᾽ ἀνθρώποισι, κακῶν θελκτῆρ᾽ ὀδυνάων.
 Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σ᾽ ἀοιδῇ.  5


XVII

ΕΙΣ ΔΙΟΣΚΟΥΡΟΥΣ


 Κάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσα λίγεια,
Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο·
τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη
λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι.
 Χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων.  5


XVIII

ΕΙΣ ΕΡΜΗΝ


 Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
Ἀτλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, 5
ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

440