Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/500

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἀθάνατοι, περίαλλα δ᾽ ὁ Βάκχειος Διόνυσος·
Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
 Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ᾽ ἀοιδῇ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.


XX

ΕΙΣ ΗΦΑΙΣΤΟΝ


 Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
ὃς μετ᾽ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
νῦν δὲ δι᾽ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες 5
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
 Ἀλλ᾽ ἵληθ᾽, Ἥφαιστε: δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.


XXI

ΕΙΣ ΑΠΟΛΛΩΝΑ


 Φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ᾽ ἀείδει,
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
Πηνειόν· σὲ δ᾽ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
 Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ᾽ ἀοιδῇ. 5

446