χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ᾽ ἀπὸ νηῶν
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
ἄρνεσσιν λευκοῖσιν, ἐπ᾽ ἀκρωτήρια βάντες 10
πρύμνης· τὴν δ᾽ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
θῆκαν ὑποβρυχίην· οἳ δ᾽ ἐξαπίνης ἐφάνησαν
ξουθῇσι πτερύγεσσι δι᾽ αἰθέρος ἀίξαντες,
αὐτίκα δ᾽ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
κύματα δ᾽ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, 15
σήματα καλά, πόνου ἀπονόσφισιν·[1] οἳ δὲ ἰδόντες
γήθησαν, παύσαντο δ᾽ ὀιζυροῖο πόνοιο.
Χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.