Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/564

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

Ἕλενον λαμβάνει, καὶ χρήσαντος περὶ τῆς ἁλώσεως
τούτου Διομήδης ἐκ Λήμνου Φιλοκτήτην
ἀνάγει. ἰαθεὶς δὲ οὗτος ὑπὸ Μαχάονος καὶ
μονομαχήσας Ἀλεξάνδρῳ κτείνει καὶ τὸν νεκρὸν
ὑπὸ Μενελάου καταικισθέντα ἀνελόμενοι
θάπτουσιν οἱ Τρῶες. μετὰ δὲ ταῦτα Δηΐφοβος
Ἑλένην γαμεῖ. καὶ Νεοπτόλεμον Ὀδυσσεὺς
ἐκ Σκύρου ἀγαγὼν τὰ ὅπλα δίδωσι τὰ τοῦ πατρός·
καὶ Ἀχιλλεὺς αὐτῷ φαντάζεται.
 Ἐυρύπυλος δὲ ὁ Τηλέφου ἐπίκουρος τοῖς Τρωσὶ
παραγίνεται, καὶ ἀριστεύοντα αὐτὸν ἀποκτείνει
Νεοπτόλεμος. καὶ οἱ Τρῶες πολιορκοῦνται. καὶ
Ἐπειὸς κατ̉ Ἀθηνᾶς προαίρεσιν τὸν δούρειον
ἵππον κατασκευάζει, Ὀδυσσεὺς τε ἀικισάμενος
ἑαυτὸν κατάσκοπος εἰς Ἴλιον παραγίνεται, καὶ
ἀναγνωρισθεὶς ὑφ̉ Ἑλένης περὶ τῆς ἁλώσεως τῆς
πόλεως συντίθεται, κτείνας τέ τινας τῶν Τρώων
ἐπὶ τὰς ναῦς ἀφικνεῖται. καὶ μετὰ ταῦτα σὺν
Διομήδει τὸ Παλλάδιον ἐκκομίζει ἐκ τῆς Ἰλίου.
ἔπειτα εἰς τὸν δούρειον ἵππον τοὺς ἀρίστους
ἐμβιβάσαντες τάς τε σκηνὰς καταφλέξαντες, οἱ
λοιποὶ τῶν Ἑλλήνων εἰς Τένεδον ἀνάγονται. οἱ
δὲ Τρῶες τῶν κακῶν ὑπολαβόντες ἀπηλλάχθαι,
τόν τε δούρειον ἵππον εἰς τὴν πόλιν εἰσδέχονται,
διελόντες μέρος τι τοῦ τείχους, καὶ εὐωχοῦται ὡς
νενικηκότες τοὺς Ἕλληνας.

2.

Herodotus, Life of Homer.
 Ἴλιον ἀείδω καὶ Δαρδανίην εὔπωλον
 ἧς πέρι πόλλα πάθον Δαναοὶ θεράποντες Ἄρηος.

510