Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/566

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

3.

Schol. on Aristoph. Knights 1056 and
Aristophanes ib.ἡ ἱστορία τοῦτον τὸν τρόπον ἔχει.
ὅτι διεφέροντο περὶ τῶν ἀριστείων ὅ τε Αἴας
καί ὁ Ὀδυσσεύς, ὥς φησιν ὁ τὴν μικρὰν Ἰλιάδα
πεποιηκώς. τὸν Νέστορα δὲ συμβουλεῦσαι τοῖς
Ἕλλησι πέμψαι τινὰς ἐξ αὐτῶν ὑπὸ τὰ τείχη
τῶν Τρώων ὠτακουστήσοντας περὶ τῆς ἀνδρείας
τῶν προειρημένων ἡρώων. τοὺς δὲ πεμφθέντας
ἀκοῦσαι παρθένων διαφερομένων πρὸς ἀλλήλας,
ὧν τὴν μὲν λέγειν ὡς ὁ Αἴας πολὺ κρείττων ἐστὶ
τοῦ Ὀδυσσέως, διερχομένην οὕτως·
 Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος
 ἥρω Πηλείδην, οὐδ᾿ ἤθελε δῖος Ὀδυσσεύς.
τὴν δ᾿ ἑτέραν ἀντειπεῖν Ἀθηνᾶς προνοίᾳ·
 πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες
 ψεῦδος; ...
 καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη,
 ἀλλ᾿ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ εἰ μαχέσαιτο.

4.

Eustathius, 285. 34. ὁ τὴν μικρὰν Ἰλιάδα
γράψας ἱστορεῖ μηδὲ καυθῆναι συνήθως τὸν Αἴαντα,
τεθῆναι δὲ οὕτως ἐν σορῷ διὰ τὴν ὀργὴν τοῦ
βασιλέως.

5.

Eustathius on Homer, Il. 326. ὁ δὲ τὴν μικρὰν
Ἰλιάδα γράψας ἀναζευγνύντα αὐτὸν ἀπο Τηλέφον
προσορμισθῆναι ἐκεῖ
 Πηλείδην δ᾿ Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα,
 ἔνθ᾿ ὅ γ᾿ ἐς ἀργαλέον λιμέν᾿ ἵκετο νυκτὸς ἐκείνης.

512