Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/570

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

ἀπεκρίνατο δὲ Ἡσίοδος·
 ἀλλ᾿ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι
 ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης.
καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ
τρίποδος τυχεῖν.

11.

Schol. Lycophr. 344. ὁ Σίνων ὡς ἧν αὐτῷ
συντεθειμένον, φουκτὸν ὑποδείξας τοῖς Ἕλλησιν ὡς
ὁ Λέσχης φησὶν ἡνίκα
 νὺξ μὲν ἔην μέσσῃ, λαμπρὴ δ᾿ ἐπέτελλε σελήνη.

12.

Pausanias x. 25. 5. τέτρωται δὲ τὸν βραχίονα
ὁ Μέγης, καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου
Πυρραῖος ἐν Ἰλίου περσίδι ἐποίησε· τρωθῆναι δὲ
ὑπὸ τὴν μάχην τοῦτον ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο
οἱ Τρῶες ὑπὸ Ἀδμήτου φησὶ τοῦ Αὐγείου.
γέγραπται δὲ καὶ Λυκομήδης ... ἔχων τραῦμα ἐπὶ
τῷ καρπῷ· Λέσχεως δ' οὕτω φησὶν αὐτὸν ὑπ᾿
Ἀγήνορος τρωθῆναι.
 (lb. 26. 4) Ἀστύνοον δέ, οὗ
δὴ ἐποιήσατο καὶ Λέσχεως μνήμην, πεπτωκότα
ἐς γόνυ ὁ Νεοπτόλεμος ξίφει παίει.
 (lb. 26. 8)
Λέσχεως δὲ τετρωμένον τὸν Ἑλικάονα ἐν τῇ
νυκτομαχίᾳ γνωρισθῆναί τε ὑπὸ Ὀδυσσέως καὶ
ἐξαχθῆναι ζῶντα ἐκ τῆς μάχης φησίν.
 (lb. 27. 1)
καὶ αὐτῶν Λέσχεως Ἠιονέα ὑπὸ Νεοπτολέμου, τὸν
δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸν Ἄδμητον
... Πρίαμον δὲ οὐκ ἀποθανεῖν ἔφη Λέσχεως ἐπὶ
τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, ἀλλὰ ἀποσπασθέντα ἀπὸ
τοῦ βωμοῦ πάρεργον τῷ Νεοπτολέμῳ πρὸς ταῖς
τῆς οἰκίας γενέσθαι θύραις ... Ἀξίονα δὲ παῖδα
εἶναι Πριάμου Λέσχεως καὶ ἀποθανεῖν αὐτὸν ὑπὸ

516