Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/586

This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

2.

Eustathius, 1796. 35. Ὁ δὲ τὴν Τηλεγονείαν
γράψας Κυρηναῖος ἐκ μὲν Καλυψοῦς Τηλέγονον
υἱὸν Ὀδυσσεῖ ἀναγράφει ἣ Τηλέδαμον, ἐκ δὲ
Πηνελόπης Τηλέμαχον καὶ Ἀκουσίλαον.


ΑΜΦΙΑΡΑΟΥ ΕΞΕΛΑΣΙΣ

Pseudo-Herodotus, Life of Homer.κατήμενος ἐν
τῷ σκυτείῳ ... τήν τε ποίησιν αὐτοῖς ἐπεδείκνυτο
Ἀμφιαράου τε τὴν ἐξελασίαν τὴν ἐς Θήβας καὶ
τοὺς ὕμνους τοὺς ἐς θεοὺς πεποιημένους αὐτῷ.


ΟΙΧΑΛΙΑΣ ΑΛΩΣΙΣ 1.

Eustathius 330. 41. εἴρηται δὲ καὶ περὶ
Εὐρύτου έκεΐ καὶ τῆς αὐτοῦ θυγατρὸς Ἰόλῃς δι' ἣν
ἐπόρθησεν Ἡρακλῆς τὴν Ὀιχαλίαν. εἰς ἣν δοκεῖ
γράψαι καὶ Ὅμηρος ὡς δηλοῖ ὁ ἱστορήσας ὄτι
Κρεώφυλος ὁ Σάμιος ξενίᾳ ποτε δεξάμενος τὸν
Ὅμηρον ἔλαβε δῶρον ἐξ αὐτοῦ τὴν ἐπιγραφὴν
τοῦ ποιήματος ὃ καλοῦσιν Οἰχαλίας Ἄλωσιν ...
τινὲς δὲ ἀνάπαλίν φασι Κρεώφυλον μὲν γράψαι,
Ὁμήρῳ δὲ ἐπιγραφῆναι τὸ βιβλίον διὰ τὴν
ξενίαν· διὸ καὶ Καλλίμαχος·
 τοῦ Σαμίου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον Ὅμηρον
  δεξαμένου· κλείω δ᾿ Εὔρυτον ὅσσ᾿ ἔπαθεν
 καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
  γράμμα. Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.

532