Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/600

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,
οὐ πράσσοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·
ταῦτα γὰρ ὑμέτερ’ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.
 Πρὸς τάδε μειδιάσας Φυσίγναθος ἀντίον ηὔδα·  56
ξεῖνε, λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν
πολλὰ μάλ’ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματ’ ἰδέσθαι.
ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,
[στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν,] 60
σκιρτῆσαι κατὰ γῆν, καὶ ὑφ’ ὕδασι σῶμα καλύψαι.
εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, εὐχερές ἐστιν.
βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ’ ὀλίσθῃς,
ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.
 Ὣς ἄρ’ ἔφη καὶ νῶτ’ ἐδίδου· ὁ δ’ ἔβαινε τάχιστα 65
χεῖρας ἔχων τρυφεροῖο κατ’ αὐχένος ἅμματι κούφῳ.
καὶ τὸ πρῶτον ἔχαιρεν, ὅτ’ ἔβλεπε γείτονας ὅρμους,
νήξει τερπόμενος Φυσιγνάθου· ἀλλ’ ὅτε δή ῥα
κύμασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δακρύων
ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας, 70
καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρα, ἐν δέ οἱ ᾖτορ
πάλλετ’ ἀηθείῃ, καὶ ἐπὶ χθόνα βούλεθ’ ἱκέσθαι·
δεινὰ δ’ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.
[οὐρὴν προπέτασσεν ἐφ’ ὕδασιν ἠύτε κώπην
σύρων, εὐχόμενος τὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι, 75
ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ’ ἐβῶσεν·
καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τ’ ἀγόρευσεν·
 Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος
ταῦρος, ὅτ’ Εὐρώπην διὰ κύματος ἦγ’ ἐπὶ Κρήτην,
ὡς ἔμ’ ἐπιπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον 80
βάτραχος ἁμπετάσας ὠχρὸν δέμας ὕδατι λευκῷ.]
 Ὕδρος δ’ ἐξαίφνης ἀνεφαίνετο, δεινὸν ὅραμα
πᾶσιν ὁμῶς· ὀρθὸν δ’ ὑπὲρ ὕδατος εἶχε τράχηλον.

546