Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/604

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

εἰμὶ δὲ νῦν ἐλεεινός, ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.
καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα
ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.
τὸν δ’ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν 115
καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,
ἣν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν.
ὃ τρίτος ἦν, ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,
τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.
ἀλλ’ ἄγεθ’ ὁπλίσόμεσθα καὶ ἐξέλθωμεν ἐπ’ αὐτούς. 120
 Ταῦτ’ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
καὶ τοὺς μέν ῥ’ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·
κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μοίρας,
ῥήξαντες κυάμους χλωρούς, κνήμας δ’ ἐκάλυπτον, 125
οὓς αὐτοὶ διὰ νυκτός ἐπιστάντες κατέτρωξαν.
θώρηκας δ’ εἶχον καλαμοστεφέων ἀπὸ βυρσῶν,
οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.
ἀσπὶς δ’ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη
εὐμήκεις βελόναι, παγχάλκεον ἔργον Ἄρηος· 130
ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.
 Οὕτω μὲν μύες ἦσαν ἐν ὃπλοις· ὡς δ’ ἐνόησαν
βάτραχοι, ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρον
ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.
σκεπτομένων δ’ αὐτῶν, πόθεν ἡ στάσις, ἢ τίς ὁ θυμός,  135
κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,
Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,
ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·
 Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. 140
εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα, ὅνπερ ἔπεφνεν

550