Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/624

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

 Ἔνιοι μὲν οὖν αὐτὸν προγενέστερον Ἡσιόδου
φασὶν εἶναι· τινὲς δὲ νεώτερον καὶ συγγενῆ.
γενεαλογοῦσι δὲ οὕτως· Ἀπόλλωνός φασι καὶ
Αἰθούσης τῆς Ποσειδῶνος γενέσθαι Λίνον, Λίνου
δὲ Πίερον, Πιέρου δὲ καὶ νύμφης Μεθώνης
Οἴαγρον, Οἰάγρου δὲ καὶ Καλλιόπης Ὀρφέα, Ὀρφέως
δὲ Δρῆν, [τοῦ δὲ Εὐκλέα[1]] τοῦ δὲ Ἰαδμονίδην,
315τοῦ δὲ Φιλοτέρπην, τοῦ δὲ Εὔφημον, τοῦ δὲ
Ἐπιφράδην, τοῦ δὲ Μελάνωπον, τούτου δὲ Δῖον καὶ
Ἀπελλῆν, Δίου δὲ καὶ Πυκιμήδης τῆς Ἀπόλλωνος
θυγατρὸς Ἡσίοδον καὶ Πέρσην· Ἀπελλοῦ
δὲ Μαίονα, Μαίονος δὲ θυγατρὸς καὶ Μέλητος
τοῦ ποταμοῦ Ὅμηρον.
 Τινὲς δὲ συνακμάσαι φασὶν αὐτοὺς ὥστε καὶ
ἀγωνίσασθαι ὁμόσε ἐν Χαλκίδι τῆς Εὐβοίας.[2]
ποιήσαντα γὰρ τὸν Μαργίτην Ὅμηρον περιέρχεσθαι
κατὰ πόλιν ῥαψῳδοῦντα, ἐλθόντα δὲ καὶ εἰς
Δελφοὺς περὶ τῆς πατρίδος αὐτοῦ πυνθάνεσθαι,
τίς εἴη, τὴν δὲ Πυθίαν εἰπεῖν·
 ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
 δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
τὸν δὲ ἀκούσαντα περιίστασθαι μὲν τὴν εἰς Ἴον
ἄφιξιν, διατρίβειν δὲ περὶ τὴν ἐκεῖ χώραν. κατὰ
δὲ τὸν αὐτὸν χρόνον Γανύκτωρ ἐπιτάφιον τοῦ
πατρὸς Ἀμφιδάμαντος βασιλέως Εὐβοίας ἐπιτελῶν
πάντας τοὺς ἐπισήμους ἄνδρας οὐ μόνον
ῥώμῃ καὶ τάχει, ἀλλὰ καὶ σοφίᾳ ἐπὶ τὸν ἀγῶνα
μεγάλαις δωρεαῖς τιμῶν συνεκάλεσεν. καὶ οὗτοι
οὖν ἐκ τύχης, ὥς φασι, συμβαλόντες ἀλλήλοις

  1. Goettling's siipplemont.
  2. Nietzsclie : ἐν Αὐλίδι τῆς Βοιωτίας, MSS.
570