Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/626

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

ἦλθον εἰς τὴν Χαλκίδα. τοῦ δὲ ἀγῶνος ἄλλοι τέ
τινες τῶν ἐπισήμων Χαλκιδέων ἐκαθέζοντο κριταὶ
καὶ μετʼ αὐτῶν Πανείδης, ἀδελφὸς ὢν τοῦ
τετελευτηκότος. ἀμφοτέρων δὲ τῶν ποιητῶν θαυμαστῶς
ἀγωνισαμένων νικῆσαί φασι τὸν Ἡσίοδον τὸν
τρόπον τοῦτον· προελθόντα γὰρ εἰς τὸ μέσον
πυνθάνεσθαι τοῦ Ὁμήρου καθʼ ἓν ἕκαστον, τὸν δὲ
Ὅμηρον ἀποκρίνασθαι. φησὶν οὖν Ἡσίοδος·
 Υἱὲ Μέλητος Ὅμηρε, θεῶν ἄπο μήδεα εἰδὼς,
 εἴπʼ ἄγε μοι πάμπρωτα, τί φέρτατόν ἐστι βροτοῖσιν;

ΟΜΗΡΟΣ

 ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,

 φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
316Ἡσίοδος τὸ δεύτερον·
 Eἴπʼ ἄγε μοι καὶ τοῦτο θεοῖς ἐπιείκελʼ Ὅμηρε,
 τί θνητοῖς κάλλιστον ὀίεαι ἐν φρεσὶν εἶναι;
ὁ δέ.
 ὁππότ’ ἂν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
 δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
 ἥμενοι ἐξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
 σίτου καὶ κρεέων, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.

 Ῥηθέντων δὲ τούτων τῶν ἐπῶν, οὕτω σφοδρῶς
φασι θαυμασθῆναι ὑπὸ τῶν Ἑλλήνων τοὺς στίχους
ὥστε χρυσοῦς αὐτοὺς προσαγορευθῆναι, καὶ
ἔτι καὶ νῦν ἐν ταῖς κοιναῖς θυσίαις πρὸ τῶν
δείπνων καὶ σπονδῶν προκατεύχεσθαι πάντας. ὁ δὲ

572