Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/634

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

 Τοῦτό τι δή μοι μοῦνον ἐειρομένῳ κατάλεξον,
 πόσσοι ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον ἦλθον Ἀχαιοί;
ὁ δὲ διὰ λογιστικοῦ προβλήματος ἀποκρίνεται
οὕτως·
 Πεντήκοντʼ ἦσαν πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ
 πεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·
 τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.

 Τοῦτο δὲ εὑρίσκεται πλῆθος ἄπιστον· τῶν γὰρ
ἐσχαρῶν οὐσῶν πεντήκοντα, ὀβελίσκοι γίνονται
πεντακόσιοι καὶ χιλιάδες β΄, κρεῶν δὲ δεκαδύο
μυριάδες. ...
 Κατὰ πάντα δὴ τοῦ Ὁμήρου ὑπερτεροῦντος
φθονῶν ὁ Ἡσίοδος ἄρχεται πάλιν·
320 Υἱὲ Μέλητος Ὅμηρ’, εἴπερ τιμῶσί σε Μοῦσαι,
 ὡς λόγος, ὑψίστοιο Διὸς μεγάλοιο θύγατρες,
 λέξον μέτρον ἐναρμόζων, ὅ τι δὴ θνητοῖσι
 κάλλιστόν τε καὶ ἔχθιστον· ποθέω γὰρ ἀκοῦσαι.
ὁ δέ φησι·
 Ἡσίοδʼ, ἔκγονε Δίου ἑκόντα με ταῦτα κελεύεις
 εἰπεῖν· αὐτὰρ ἐγὼ μάλα τοι πρόφρων ἀγορεύσω.
 κάλλιστον μὲν τῶν ἀγαθῶν ἔσται μέτρον εἶναι
 αὐτὸν ἑαυτῷ· τῶν δὲ κακῶν ἔχθιστον ἀπάντων.[1]
 ἄλλο δὲ πᾶν, ὅ τι σῷ θυμῷ φίλον ἐστὶν, ἐρώτα.

ΗΣΙΟΔΟΣ

 Πῶς ἂν ἄριστʼ οἰκοῖντο πόλεις καὶ ἐν ἤθεσι ποίοις;
  1. Flach, following Nietzsche, marks a lacuna after this line.
580