Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/642

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

εἰς τὸ μεταξὺ τῆς Ἀχαΐας[1] καὶ τῆς Λοκρίδος
πέλαγος κατεπόντισαν. τοῦ δὲ νεκροῦ τριταίου
πρὸς τὴν γῆν ὑπὸ δελφίνων προσενεχθέντος,
ἑορτῆς τινος ἐπιχωρίου παρʼ αὐτοῖς οὔσης
Ἀριαδνείας,[2] πάντες ἐπὶ τὸν αἰγιαλὸν ἔδραμον καὶ τὸ
σῶμα γνωρίσαντες ἐκεῖνο μὲν πενθήσαντες ἔθαψαν,
τοὺς δὲ φονεῖς ἀνεζήτουν. οἱ δὲ φοβηθέντες
τὴν τῶν πολιτῶν ὀργὴν κατασπάσαντες ἁλιευτικὸν
σκάφος διέπλευσαν εἰς Κρήτην. οὓς κατὰ
μέσον τὸν πλοῦν ὁ Ζεὺς κεραυνώσας κατεπόντωσεν,
ὥς φησιν Ἀλκιδάμας ἐν Μουσείῳ. Ἐρατοσθένης
δέ φησιν ἐν Ἡσιόδῳ[3] Κτίμενον καὶ
Ἄντιφον τοὺς Γανύκτορος ἐπὶ τῇ προειρημένῃ
αἰτίᾳ ἐναλόντας[4] σφαγιασθῆναι θεοῖς τοῖς ξενίοις
ὑπʼ Εὐρυκλέους τοῦ μάντεως. τὴν μέντοι παρθένον,
τὴν ἀδελφὴν τῶν προειρημένων, μετὰ τὴν φθορὰν
ἑαυτὴν ἀναρτῆσαι· φθαρῆναι δὲ ὑπό τινος ξένου
συνόδου τοῦ Ἡσίοδου Δημώδους ὄνομα· ὃν καὶ
αὐτὸν ἀναιρεθῆναι ὑπὸ τῶν αὐτῶν φησιν. ὕστερον
δὲ Ὀρχομένιοι κατὰ χρησμὸν μετενέγκαντες
αὐτὸν παρʼ αὑτοῖς ἔθαψαν καὶ ἐπέγραψαν ἐπὶ τῷ
τάφῳ·
 Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
  ὀστέα πληξίππος γῆ Μινυὰς κατέχει
 Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν
  ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.

 Καὶ περὶ μὲν Ἡσιόδου τοσαῦτα· ὁ δὲ Ὅμηρος

  1. Westermann : Εὐβοίας, MS.
  2. So MS. : Ῥίου ἁγνείας, Flach (after Nietzsche).
  3. Goettling : ἐνηπόδω, MS.
  4. Friedel : ἀνελόντας, MS.; ἀνελθόντας, Flach (after Stephanus).
588