Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/646

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

καιομένου σχεδιάσαι λέγεται τούσδε τοὺς στίχους·
  Ἀνδρὸς μὲν στέφανοι παῖδες, πύργοι δὲ πόληος,
 ἵπποι δʼ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
 λαὸς δʼ εἰν ἀγορῇσι καθήμενος εἰσοράασθαι.
 αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
 ἤματι χειμερίῳ ὁπότʼ ἂν νείφῃσι Κρονίων.

320 Ἐκεῖθεν δὲ παραγενόμενος εἰς Κόρινθον
ἐρραψῴδει τὰ ποιήματα. τιμηθεὶς δὲ μεγάλως
παραγίνεται εἰς Ἄργος καὶ λέγει ἐκ τῆς Ἰλιάδος
τὰ ἔπη τάδε·
  Οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
 Ἑρμιόνην τʼ Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
 Τροιζῆνʼ Ἠιόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον
 νῆσόν τʼ Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
 τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
 Τυδεΐδης, οὗ πατρὸς ἔχων μένος Οἰνεΐδαο,
 καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
 τοῖσι δʼ ἅμʼ Εὐρύπυλος τρίτατος κίεν, ἰσόθεος φώς,
 Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος.
 ἐκ πάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης.
 τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο·
 ἐν δʼ ἄνδρες πολέμοιο δαήμονες ἐστιχόωντο
 Ἀργέιοι λινοθώρηκες, κέντρα πτολέμοιο.[1]

 Τῶν δὲ Ἀργείων οἱ προεστηκότες, ὑπερβολῇ
χαρέντες ἐπὶ τῷ ἐγκωμιάζεσθαι τὸ γένος αὐτῶν
ὑπὸ τοῦ ἐνδοξοτάτου τῶν ποιητῶν, αὐτὸν μὲν

  1. This and the preceding line are not found in the received text.
592