Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/650

This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

εἰπόντων δὲ ἐκείνων·
 Ὅσσ' ἕλομεν λιπόμεσθ', ὅσα δ' οὐχ ἕλομεν
   φερόμεσθα,
οὐ νοήσας τὸ λεχθέν, ἤρετο αὐτοὺς ὅ τι λέγοιεν.
οἱ δέ φασιν ἐν ἁλείᾳ μὲν ἀγρεῦσαι μηδέν, ἐφθειρίσθαι
δέ, καὶ τῶν φθειρῶν οὓς ἔλαβον καταλιπεῖν,
οὓς δὲ οὐκ ἔλαβον ἐν τοῖς ἱματίοις φέρειν.
ἀναμνησθεὶς δὲ τοῦ μαντείου, ὅτι τὸ τέλος αὐτοῦ
ἥκοι τοῦ βίου, ποιεῖ τὸ τοῦ τάφου αὐτοῦ
ἐπίγραμμα. ἀναχωρῶν δὲ ἐκεῖθεν, ὄντος πηλοῦ
ὀλισθὼν καὶ πεσὼν ἐπὶ τὴν πλευράν, τριταῖος
ὥς φασι τελευτᾷ· καὶ ἐτάφη ἐν Ἴῳ. ἔστι δὲ τὸ
ἐπίγραμμα τόδε·
 Ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,
  ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.

596