Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/92

This page has been proofread, but needs to be validated.

HESIOD

θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
ἐκ δ᾽ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα 475
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
εὐοχθέων δ᾽ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους
αὐγάσεαι· σέο δ᾽ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
 Εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, 480
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
οἴσεις δ᾽ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
ἄλλοτε δ᾽ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
ἀργαλέος δ᾽ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
εἰ δέ κεν ὄψ᾽ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη· 485
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ᾽ ἀπείρονα γαῖαν,
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ᾽ ἀπολήγοι,
μήτ᾽ ἄρ᾽ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ᾽ ἀπολείπων·
οὕτω κ᾽ ὀψαρότης πρῳηρότῃ
[1] ἰσοφαρίζοι. 490
ἐν θυμῷ δ᾽ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι
μήτ᾽ ἔαρ γιγνόμενον πολιὸν μήθ᾽ ὥριος ὄμβρος.
 Πὰρ δ᾽ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
ἰσχάνει, ἔνθα κ᾽ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,  495
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
πολλὰ δ᾽ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.

  1. Kirchoff : προηρότη, CD : πρωτηρότῃ, GIKL.
38