Page:A critical and exegetical commentary on Genesis (1910).djvu/144

This page has been proofread, but needs to be validated.

καὶ τετραπτέρους καὶ διπροσώπους· καὶ σῶμα μὲν ἔχοντας ἕν, κεφαλὰς δὲ δύο, ἀνδρείαν τε καὶ γυναικείαν, καὶ αἰδοῖα δὲ [corr. v. Gutschm., cod. τε], δισσὰ, ἄῤῥεν καὶ θῆλυ· καὶ ἑτέρους ἀνθρώπους τοὺς μὲν αἰγῶν σκέλη καὶ κέρατα ἔχοντας, τοὺς δὲ ἵππου πόδας [corr. v. Gutschm., cod. ἱππόποδας], τοὺς δὲ τὰ ὀπίσω μὲν μέρη ἵππων, τὰ δὲ ἔμπροσθεν ἀνθρώπων, οὓς [ὡς? v. Gutschm.] ἱπποκενταύρους τὴν ἰδέαν εἶναι. Ζωογονηθῆναι δὲ καὶ ταύρους ἀνθρώπων κεφαλὰς ἔχοντας καὶ κύνας τετρασωμάτους, οὐρὰς ἰχθύος ἐκ τῶν ὄπισθεν μερῶν ἔχοντας, καὶ ἵππους κυνοκεφάλους καὶ ἀνθρώπους, καὶ ἕτερα ζῶα κεφαλὰς μὲν καὶ σώματα ἵππων ἔχοντα, οὐρὰς δὲ ἰχθύων· καὶ ἄλλα δὲ ζῶα παντοδαπῶν θηρίων μορφὰς ἔχοντα. Πρὸς δὲ τούτοις ἰχθύας καὶ ἑρπετὰ καὶ ὄφεις καὶ ἄλλα ζῶα πλείονα θαυμαστὰ καὶ παρηλλαγμένας [em. v. Gutschm., cod. παρηλλαγμένα] τὰς ὄψεις ἀλλήλων ἔχοντα· ὧν καὶ τὰς εἰκόνας ἐν τῷ τοῦ Βηλου ναῷ ἀνακεῖσθαι, ἄρχειν δὲ τούτων πάντων γυναῖκα ᾗ ὄνομα Ὀμορκα [corr. Scaliger, cod. Ὁμορωκα] εἶναι· τοῦτο δὲ Χαλδαϊστὶ μὲν Θαμτε [corr. W. R. Smith, ZA, vi. 339, cod. Θαλατθ], Ἑλληνιστὶ δὲ μεθερμηνεύεται θάλασσα κατὰ δὲ ἰσόψηφον σελήνη. Οὕτως δὲ τῶν ὅλων συνεστηκότων, ἐπανελθόντα Βηλον σχίσαι τὴν γυναῖκα μέσην, καὶ τὸ μὲν ἥμισυ αὐτῆς ποιῆσαι γῆν, τὸ δὲ ἄλλο ἥμισυ οὐρανὸν, καὶ τὰ ἐν [σὺν? v. Gutschm.] αὐτῇ ζῶα ἀφανίσαι, ἀλληγορικῶς δέ φησι τοῦτο πεφυσιολογῆσθαι· ὑγροῦ γὰρ ὄντος τοῦ παντὸς καὶ ζώων ἐν αὐτῷ γεγεννημένων [A][1] τοιῶνδε [em. v. Gutschm., cod. τὸν δὲ] Βηλον, ὃν Δία μεθερμηνεύουσι, μέσον τεμόντα τὸ σκότος χωρίσαι γῆν καὶ οὐρανὸν ἀπ᾽ ἀλλήλων, καὶ διατάξαι τὸν κόσμον. Τὰ δὲ ζῶα οὐκ ἐνεγκόντα τὴν τοῦ φωτὸς δύναμιν φθαρἤναι, ἰδόντα δὲ τὸν Βηλον χώραν ἔρημον καὶ ἀκαρποφόρον [em. Gunkel, cod. καρποφόρον] κελεῦσαι ἑνὶ τῶν θεῶν τὴν κεφαλὴν ἀφελόντι ἑαυτοῦ τῷ ἀποῤῥνέντι αἵματι φυρᾶσαι τὴν γῆν καὶ διαπλάσαι ἀνθρώπους καὶ θηρία τὰ δυνάμενα τὸν ἀέρα φέρειν. Ἀποτελέσαι δὲ τὸν Βηλον καὶ ἄστρα καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας. Ταῦτά φησιν ὁ πολυΐστωρ Ἀλέξανδρος τὸν Βηρωσσὸν ἐν τῇ πρώτῃ φάσκειν [Β][1] τοῦτον τὸν θεὸν ἀφελεῖν τὴν ἑαυτοῦ κεφαλὴν καὶ τὸ ῥυὲν αἷμα τοὺς ἄλλους θεοὺς φυρᾶσαι τῇ γῃ, καὶ διαπλάσαι τοὺς ἀνθρώπους· διὸ νοερούς τε εἶναι καὶ φρονήσεως θείας μετέχειν.

(2) Damascius: Τῶν δὲ βαρβάρων ἐοίκασι Βαβυλώνιοι μὲν τὴν μίαν τῶν ὅλων ἀρχὴν σιγῇ παριέναι, δύο δὲ ποιεῖν Ταυθε καὶ Ἀπασων, τὸν μὲν Ἀπασων ἄνδρα τῆς Ταυθε ποιοῦντες, ταύτην δὲ μητέρα θεῶν ὀνομάζοντες, ἐξ ὧν μονογενῆ παῖδα γεννηθῆναι τὸν Μωυμιν, αὐτὸν οἶμαι τὸν νοητὸν κόσμον ἐκ τῶν δυοῖν ἀρχῶν παραγόμενον. Ἐκ δὲ τῶν αὐτῶν ἄλλην γενεὰν προελθεῖν, Λαχην [cod. Δαχην] καὶ Λαχον [cod. Δαχον]. Εἴτα αὖ τρίτην ἐκ τῶν αὐτῶν, Κισσαρὴ καὶ Ἀσσωρον, ἐξ ὧν γενέσθαι τρεῖς, Ἀνον καὶ Ἰλλινον καὶ Ἀον· τοῦ δὲ Ἀου καὶ Δαυκῆς υἱὸν γενέσθαι τὸν Βηλον, ὃν δημιουργὸν εἶναί φασιν.[2]


  1. 1.0 1.1 The sections commencing with [A] and [B] stand in the reverse order in the text. The transposition is due to von Gutschmid, and seems quite necessary to bring out any connected meaning, though there may remain a suspicion that the two accounts of the creation of man are variants, and that the second is interpolated. Je. ATLO2, 134, plausibly assigns the section from ἀλληγορικῶς to φθαρῆναι to another recension (restoring [B] to its place in the text).
  2. The Greek text of Berossus will be found in Müller, Fragm. Hist. Græc. ii. 497 f.; that of Damascius in Damascii philos. de prim. princ. (ed. Kopp, 1826), cap. 125. For translations of both fragments, see