Page:Dio's Roman History, tr. Cary - Volume 5.djvu/14

This page needs to be proofread.

DIO’S ROMAN HISTORY


BOOK XLVI


Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν

α.

Ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν.

β.

Ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη.

γ.

Ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη.

δ.

Ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν.

Χρόνου πλῆθος ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Γ. Οὐίβιος[1] Γ. υἱ. Πάνσας Καπρωνιανός Αὖλ. Ἵρτιος Αὔλ. υἱ. ὕπ.[2]

Τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος ὁ[3] Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθ’ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδ’ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν ἀλλ’ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν. 2 ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι,
  1. Οὐίβιος Xyl., λίβιος LM.
  2. ὕπ. supplied by Bs.
  3. ὁ supplied by Bk.